Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 25.71 Dem. 25.75 (English) >>Dem. 25.79

25.74τί δʼ; ἂν αὐτὸν ἀποφύγῃ, παρὰ τοῦ κομιεῖται ταῦθʼ πόλις νῦν οὐκ ἐξὸν οὗτος ποιεῖ; πόθεν δέ, οἷς οὗτος θανάτου τιμᾶται καὶ δεσμοῦ περιιὼν ἐν τῷ δικαστηρίῳ, οἱ μὲν τὰς ψυχάς, οἱ δὲ τὸ μὴ δεινὰ πεπονθέναι κομιοῦνται; γὰρ οὐδὲ τῶν ἴσων οὐδὲ τῶν ἐγκυκλίων δικαίων μετουσίαν διδόασιν οἱ νόμοι, οὗτος τῶν ἀνηκέστων ἑτέροις αἴτιος γίγνεται, οὐκ ὀρθῶς οὐδὲ πολιτικῶς οὐδʼ ὡς συμφέρει γιγνομένων τούτων. 25.75ἀλλʼ ἔγωγε ταῦθʼ ὁρῶν θαυμάζω, τὸ τἄνω κάτω γεγενῆσθαι τί ποτʼ οἴεσθʼ εἶναι. ἐὰν γῆ μὲν ἄνω, τὰ δʼ ἄστρα κάτω γένηται; οὐκ ἔστι τοῦτο γενέσθαι, μηδὲ γένοιτο. ἀλλʼ ὅταν, οἷς ἐκ τῶν νόμων μὴ ἔξεστιν, ἐκ τῶν ὑμετέρων βουλήσεων ἐξῇ, ὅταν μὲν πονηρία τιμᾶται, τὰ χρηστὰ δʼ ἀπορρίπτηται, ὅταν τὸ δίκαιον καὶ τὸ συμφέρον ἡττᾶται τοῦ φθόνου, τότʼ ἄνω κάτω πάντα χρὴ νομίζειν τετράφθαι.

25.76ἤδη τοίνυν τινὰς εἶδον τῶν ἀγωνιζομένων οἳ τοῖς πράγμασιν αὐτοῖς ἁλισκόμενοι, καὶ οὐκ ἔχοντες ὡς οὐκ ἀδικοῦσι δεῖξαι, οἱ μὲν εἰς τὴν τοῦ βίου μετριότητα καὶ σωφροσύνην κατέφυγον, οἱ δʼ εἰς τὰ τῶν προγόνων ἔργα καὶ λῃτουργίας, οἱ δʼ εἰς ἕτερα τοιαῦτα διʼ ὧν εἰς ἔλεον καὶ φιλανθρωπίαν τοὺς δικάζοντας ἤγαγον. τούτῳ δʼ οὐδένʼ ὁρῶ τῶν τόπων τούτων βάσιμον ὄντα, ἀλλὰ πάντʼ ἀπόκρημνα, φάραγγας,



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 25.71 Dem. 25.75 (English) >>Dem. 25.79

Powered by PhiloLogic